Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.165 Joseph. AJ 20.171 (English) >>Joseph. AJ 20.176

20.168δείξειν γὰρ ἔφασαν ἐναργῆ τέρατα καὶ σημεῖα κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν γινόμενα. καὶ πολλοὶ πεισθέντες τῆς ἀφροσύνης τιμωρίας ὑπέσχον· ἀναχθέντας γὰρ αὐτοὺς Φῆλιξ ἐκόλασεν. 20.169ἀφικνεῖται δέ τις ἐξ Αἰγύπτου κατὰ τοῦτον τὸν καιρὸν εἰς Ἱεροσόλυμα προφήτης εἶναι λέγων καὶ συμβουλεύων τῷ δημοτικῷ πλήθει σὺν αὐτῷ πρὸς ὄρος τὸ προσαγορευόμενον ἐλαιῶν, τῆς πόλεως ἄντικρυς κείμενον ἀπέχει στάδια πέντε· 20.170θέλειν γὰρ ἔφασκεν αὐτοῖς ἐκεῖθεν ἐπιδεῖξαι, ὡς κελεύσαντος αὐτοῦ πίπτοι τὰ τῶν Ἱεροσολυμιτῶν τείχη, διʼ ὧν καὶ τὴν εἴσοδον αὐτοῖς παρέξειν ἐπηγγέλλετο. 20.171Φῆλιξ δʼ ὡς ἐπύθετο ταῦτα, κελεύει τοὺς στρατιώτας ἀναλαβεῖν τὰ ὅπλα καὶ μετὰ πολλῶν ἱππέων τε καὶ πεζῶν ὁρμήσας ἀπὸ τῶν Ἱεροσολύμων προσβάλλει τοῖς περὶ τὸν Αἰγύπτιον, καὶ τετρακοσίους μὲν αὐτῶν ἀνεῖλεν, διακοσίους δὲ ζῶντας ἔλαβεν. 20.172 δʼ Αἰγύπτιος αὐτὸς διαδρὰς ἐκ τῆς μάχης ἀφανὴς ἐγένετο. πάλιν δʼ οἱ λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον ἠρέθιζον μηδὲν ὑπακούειν αὐτοῖς λέγοντες, καὶ τὰς τῶν ἀπειθούντων κώμας ἐμπιπράντες διήρπαζον. 20.173

Γίνεται δὲ καὶ τῶν Καισάρειαν οἰκούντων Ἰουδαίων στάσις πρὸς τοὺς ἐν αὐτῇ Σύρους περὶ ἰσοπολιτείας· οἱ μὲν γὰρ Ἰουδαῖοι πρωτεύειν ἠξίουν διὰ τὸ τὸν κτίστην τῆς Καισαρείας Ἡρώδην αὐτῶν βασιλέα γεγονέναι τὸ γένος Ἰουδαῖον, Σύροι δὲ τὰ μὲν περὶ τὸν Ἡρώδην ὡμολόγουν, ἔφασκον δὲ τὴν Καισάρειαν Στράτωνος πύργον τὸ πρότερον καλεῖσθαι καὶ τότε μηδένα γεγονέναι τῆς πόλεως αὐτῶν Ἰουδαῖον οἰκήτορα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.165 Joseph. AJ 20.171 (English) >>Joseph. AJ 20.176

Powered by PhiloLogic